Ancient Greek
P.Graux 2 22
Documentary Papyri, P.Graux 2 22
Not analysed yet
Μάρων Ἥρωνι χαίρειν. Ἄγαθον ὄντα πάνυ μοι φίλον ὑπόδεξαι πάσῃ προθυμίᾳ καὶ χόρτον αὐτῷ παράστησον καὶ τὴν οἰνοθήκην ποίησον αὐτὸν ἀνοῖξαι καὶ αὐτὸς σημειωσάσθω καὶ ἐν ἀγρῷ δὲ γενόμενος ὅσα ἐστὶν ἐκεῖ παραστησάτω ὁ καρπώνης καὶ ἐν οἷς σου ἐὰν χρείαν ἔχῃ ὑπηρέτησον αὐτῷ ἵνα ἀνελθὼν μαρτυρήσῃ σοι. ἐρρῶσθαί σε εὔχομαι.