Ancient Greek
P.Graux 2 23
Documentary Papyri, P.Graux 2 23
Not analysed yet
Κοιτωνικὸς Ἥρωνι χαίρειν. ἐὰν ἀποδιδοῖς ἃ ἔχεις ἐν παραθήκῃ ὡς εἶπά σοι κατʼ ὄψιν οὕτως ποίει καὶ τοὺς κιθῶνάς μου ἀπαίτησον ἢ στῆσον ὡς λέγει ἕως ἂν ἀγοράσῃ αὐτὴ ἱμάτια καὶ τὰ ἐμὰ ἀπολάβῃς· σύστα Ἑρμᾷ κατελθόντι ἕως ἂν πωλήσῃ πεντακοσίας δέσμας χόρτου τῆς οὔσης τιμῆς· περὶ τῶν τεκτόνων ἐὰν ἀνέλθωσι πέμψον μοι φάσιν ὅπως γνῶ· βλέπε οὖν μὴ ἀφῇς αὐτὴν κινηθῆναι ἕως ἂν ἀπολάβῃς τοὺς κιθῶνάς μου· οὐ θέλω γὰρ λαλεῖν ὅσα ἔπραξε παρʼ ἐμέ. ἔρρωσο Ἁδριανοῦ κε ε…δ …ἀπόδος Ἥρωνι ἀπὸ Κοιτωνικοῦ