Ancient Greek
P.Grenf. 1 63
Documentary Papyri, P.Grenf. 1 63
Not analysed yet
Φλάουιος Θεόδωρος σὺν θεῷ ἰλλούστριος υἱὸς Ἰωάννου τοῦ τῆς ἐνδόξου μνήμης γενομένου στρατηλάτου Φλαουίῳ Μηνᾷ τῷ λαμπροτάτῳ διοικητῇ τῆς Ἀπολλωνοπολιτῶν καὶ τοῖς μετά σε παραλημψομένοις τὴν διοίκησιν καὶ φροντίδα Ἀπόλλωνος. θελήσῃ παρασχεῖν ἀββᾷ Σενουθίῳ τῷ ὁσιωτάτῳ μου δεσπότῃ καὶ πατρὶ καὶ ἐπισκόπῳ Ἀπόλλωνος, χωρὶς τῶν διδομένων αὐτῷ παρὰ τοῦ ἐν ἁγίοις μου δεσπότου καὶ πατρός, ἀπὸ ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς καὶ ἐπὶ τὸ διηνεκὲς σίτου ἀρτάβας πεντήκοντα μοδίῳ Ἀπόλλωνος καὶ οἴνου ἀγγεῖα ἑκατόν, γίνονται σίτου ἀρτάβαι ν οἴνου ἀγγεῖα ρ μόνα, καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποίημαι τὸ παρὸν καθολικὸν ἐπίσταλμα γραφὲν χειρὶ Ἰωάννου τοῦ ἐμοῦ νοταρίου μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. ἐγράφη Ἁθὺρ η ἰνδικτίονος ἕκτης . Φλάουιος Θεόδωρος υἱὸς Ἰωάννου τοῦ τῆς ἐνδόξου μνήμης στοιχῶ τῷ παρόντι καθολικῷ ἐπιστάλματι τῶν τοῦ σίτου ἀρταβῶν πεντήκοντα καὶ οἴνου ἀγγείων ἑκατόν ὡς πρόκειται ἀπὸ ἑβδόμης ἰνδικτίονος καὶ ἐφεξῆς. ἐπίσταλμα τοῦ ὁσιωτάτου ἐπισκόπου.