Ancient Greek
P.Grenf. 1 64
Documentary Papyri, P.Grenf. 1 64
Not analysed yet
πολλάκις κατὰ πρόσταξιν τῆς αὐτῶν ἐξουσίας γεγράφηκα τὸν λόγον τῷ εὐδοκιμωτάτῳ Θεοφάνει καταλαβεῖν τὴν Ἀντινοέων, καὶ οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι. τῶν οὖν ταξιωτῶν σταλέντων οὐκ εὑρίσκω προσανενεγκεῖν τῇ αὐτῶν ἐξουσίᾳ περί τε τοῦ εἰρημένου εὐδοκιμωτάτου Θεοφάνους περί τε τῆς ἀφέσεως τοῦ ὄντος ἐν φυλακῇ γεωργοῦ, καὶ σὺν θεῷ εὑρίσκω εὐκαιρίαν προσαναφέρω τῇ αὐτῶν ἐξουσίᾳ καὶ ἐλπίζω εἰς τὸν θεὸν ὅτι ἑκάτερον ἔχει προβῆναι. τῷ δεσπότῃ μου τὰ πάντα μεγαλοπρεπεστάτῳ καὶ περιβλέπτῳ Ἀνατολίῳ κόμετι χμγ.