Ancient Greek
P.Grenf. 1 65
Documentary Papyri, P.Grenf. 1 65
Not analysed yet
ποιεῖς τοῦτο τὸ ἔγγραφον. ἀπὸ τῶν β γυναικῶν τούτων καὶ Ἰωάννου τούτου Ψινθέω π χυ ἐπειδὴ ἐξ οὗ ἔζη ὁ μακάριος ἡμῶν πατὴρ ἀπητήθη ἧπερ σὺ ζημίαν καὶ ταύτην ἡμῖν ἐπλήρωσας εἰς πλῆρες καὶ εἰς ὁλόκληρον, ὁμολογοῦμεν τοῦ λοιποῦ μηδένα λόγον ἔχειν πρὸς ὑμᾶς μήτε σὲ πρὸς ἡμᾶς ἢ κληρονόμους ἡμῶν πρὸς σὲ ἢ κληρονόμους σούς, ἀλλʼ εἰ καὶ συμβῆ ἀπαιτηθῆναί σε, ὅπερ ἀπείη, ζημίαν ἐλευθέρας ἡμᾶς εἶναι ἐκ τῆς τοιαύτης ἐνοχῆς καὶ ὅτι μὲν ἡ μία ἡ ἔχουσα τὸ παιδικὸν ἄνδρα ἔχει καὶ οὐκ ἦλθεν ἐγγής μου καὶ ἡ ἄλλη ἀφῆλιξ ἐστιν εἴ τι κελεύεις π… διʼ ἐμοῦ Ἰωάννου ἀναγνώστου.