Ancient Greek
P.Grenf. 2 21
Documentary Papyri, P.Grenf. 2 21
Not analysed yet
ἔτους ε Χοίαχ ια ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ψενιμοῦθις …ἱερεὺς Μονοῦτος …Ψενενούφει Πόρτιτος καὶ Πανοβχούνει Πόρτιτος τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς χαλκοῦ τάλαντα δύο δισχιλίας τριακοσίας ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Ψενιμούθει ἐν μηνὶ Φαρμοῦθι τοῦ ε ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσι ἐν τῶι ὡρισμένωι χρόνῳ, ἀποτεισάτωσαν παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἡ δὲ πρᾶξις ἔστω Ψενιμούθει ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν δανειστῶν δύο καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκ δίκης. Ἀμμώνιος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα. ἀπόδοσις ε ἔτους. δάνειον …