Ancient Greek
P.Grenf. 2 22
Documentary Papyri, P.Grenf. 2 22
Not analysed yet
ἔτους ζ Ἐπεὶφ κδ ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. μεμέτρηκεν Ψενθώτης Νεχούτου Πελαίαι Φίβιος τὸ ἐπιβάλλον αὐτῶι μέρος τέταρτον συνγραφῆς Αἰγυπτίας πυροῦ ἀρταβῶν κε καὶ ἀπὸ δανείου πυροῦ ἀρταβῶν ιβ 𐅵δ ὧν ἔθετο Νεχούτης Ψενθώτου ὁ τούτου πατήρ· ὅς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν καὶ τοὺς τούτων τόκους καί μὴ ἐπικαλεῖν αὐτῷ περὶ τοῦ τετάρτου μέρους τῶν δύο συναλλαγμάτων. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα. καταβολὴ Ψενθώτου. …