Ancient Greek
P.Grenf. 2 31
Documentary Papyri, P.Grenf. 2 31
Not analysed yet
ἔτους ιγ τοῦ καὶ ιγ Φαρμοῦθι ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Χαιρήμων Πανίσκου τῶν ἀπὸ Κροκοδίλων πόλεως μισθοφόρων ἱππέων ἀπέχειν παρὰ Παοῦτος τοῦ Ὥρου τὸ ἐπιβάλλον αὐτῷ μέρος δανείου οὗ ἔθετο Πατοῦς Ὥρου ὁ τῆς μητρὸς αὐτοῦ Ταρεήσιος πατὴρ ἐπὶ τοῦ ἐν Κροκοδίλων πόλει ἀρχείου χαλκοῦ δραχμὰς Ε καὶ τοὺς τούτων τόκους· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Χαιρήμων ἀνωμολογήσατο ἀπέχειν καὶ μὴ ἐπικαλεῖν περὶ τοῦ μέρους δανείου τρόπωι μηδενί, τὴν δὲ ἡμιολίαν ἀφεικέναι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐπίλυσις Παοῦτος Ὥρου παρὰ Χαιρήμωνος.