Ancient Greek
P.Grenf. 2 32
Documentary Papyri, P.Grenf. 2 32
Not analysed yet
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν φιλομητόρων ἔτους ιϛ τοῦ καὶ ιγ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Φαρμοῦθι ιζ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος τοῦ Τοτοηοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν με μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῇ ταινίᾳ Παθύρεως ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους ἐν τῇ ἀπὸ νότου ταινίᾳ σφραγῖδος ἄρουραν μίαν, ἧς γείτονες νότου γῆ Καλίβιος πρεσβυτέρας, βορρᾶ γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, ἀπηλιώτου γῆ Ἁρσιήσιος τοῦ Ζμῖνος, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ἐτπεσοῦχος Νεχθανούπιος καὶ οἱ τούτου ἀδελφοὶ χαλκοῦ ταλάντων δύο. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος ὃν ἐδέξαντο Ἐτπεσοῦχος καὶ οἱ σὺν αὐτῷ ὠνούμενοι οἱ πριάμενοι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ τοῦ καὶ ιγ Μεσορὴ λ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πάνισκος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ὠνῇ διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Πάνισκος ὁ ἀντιγραφεὺς, ὠνῆς Ἐτπεσοῦχος Νεθανούπιος γῆς ἠπείρου σιτοφόρου ἄρουραν α, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς, ἣν ἠγόρασεν παρὰ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος πρὸς χαλκοῦ τάλαντα β, τέλος Ασ, γίνονται χαλκοῦ δραχμαὶ Ασ. Πάνισκος τραπεζίτης.