Ancient Greek
P.Grenf. 2 34
Documentary Papyri, P.Grenf. 2 34
Not analysed yet
ἔτους ιϛ Χοίαχ. τέτακται εἰς τὴν δεκάτην τοῦ ἐγκυκλίου διʼ Ἀπολλωνίου τελώνου καὶ τῶν μετόχων Πακοῖβις Πατοῦτος τέλος παστοφορίου ἐντὸς τοῦ ἐν Παθύρει ἱεροῦ ὃ ἠγόρασεν παρὰ Θορταίου τοῦ Νεχθμίνιος καὶ συντετίμηται ταλάντου ἑνὸς τέλος χαλκοῦ δραχμὰς ἑξακοσίας, γίνονται χ.