Ancient Greek
P.Grenf. 2 33
Documentary Papyri, P.Grenf. 2 33
Not analysed yet
ἔτους ιε Φαῶφι ιθ. ὁμολογεῖ Ψενενοῦπις Πόρτιτος Πέρσης ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὦτα ἀφεστηκότα Ἁρσιήσει Σχώτου ἱερεῖ Σούχου καὶ Ἀφροδίτης, παρακεχωρηκέναι αὐτῶι Ἁρσιήσει τὸ ἐπιβάλλον αὐτῷ μέρος ἧς ἐμισθώσατο σὺν Πακοίβι Σχώτου καὶ τοῖς μετόχοις γῆς σιτοφόρου λεγομένης Νεχθαραῦτι θεοῦ μεγάλου παρὰ τῶν ἱερέων ἐτῶν δέκα εἰς τὰ ἐνλιπόντα αὐτῷ ἑτέρων, τεσσάρων εἰς συμπλήρωσιν ἐτῶν πέντε ,ὥστε γεωργῆσαι ἧς ἔθεντο μίσθωσιν ἀπὸ τοῦ προκειμένου ἔτους οὗ καὶ συμπεπεῖσθαι αὐτῷ τῆς συγχωρηθείσης τιμῆς χαλκοῦ ταλάντων δύο δραχμῶν τρισχιλίων τριακοσίων · καὶ μὴ ἐπελεύσεσθαι μήτʼ αὐτὸν Ψενενοῦπιν ἐπὶ τὸν Ἁρσιῆσιν μήτʼ ἄλλον μηδένα ὑπὲρ αὐτοῦ περὶ τοῦ διασαφουμένου μέρους γῆς τρόπῳ μηδενί. εἰ δὲ μή, ἀποτεισάτω Ἁρσιήσει ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον κύρια εἶναι τὰ διωμολογημένα . Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.