Ancient Greek
P.Grenf. 2 44
Documentary Papyri, P.Grenf. 2 44
Not analysed yet
Εὐδαίμων καὶ οἱ μέτοχοι φροντισταὶ σιτολόγων τινῶν κωμῶν τῆς Ἡρακλείδου μερίδος ὑπὸ Ἰούλιον Οὐίδιον καὶ Ἀντώνιον Γέμεινον γενομένους νομάρχας, τοῖς δημοσίοις σιτολόγοις Φιλαδελφίας χαίρειν. ἀπέχομεν παρʼ ὑμῶν ἀπὸ γενημάτων τοῦ διεληλυθότος γ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου εἰς τὸν τῶν προγεγραμμένων νομαρχῶν λόγον τὰς ἐπισταλείσας αὐτοῖς ὑπὸ Κλαυδίου Ἀρείου γενομένου στρατηγοῦ καὶ Κλαυδίου Ἰουλιανοῦ βασιλικοῦ γραμματέως εἰς φόρετρα ὧν κατῆξαν γένων ἐπὶ κώμης Βακχιάδος, φακοῦ μέτρωι δημοσίωι ξυστῶι ἀρτάβας δύο, γίνονται φακοῦ μέτρῳ δημοσίῳ ἀρτάβαι β. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Ἐπεὶπ κ.