Ancient Greek
P.Grenf. 2 45
Documentary Papyri, P.Grenf. 2 45
Not analysed yet
Ἀρχίᾳ στρατηγῷ καὶ Ἑρμίνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλίδου μερίδος παρὰ Τεσενούφεως ἀφήλικος Τεσενούφεως τοῦ Κιώβιος ἀπὸ Σοκνοπαίου νήσου διὰ φροντιστοῦ Πανούφεως τοῦ Τεσενούφεως. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ιθ ἔτει ἐπὶ τῆς κώμης καμήλους τρεῖς ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς εἰκοστὸν ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς κώμης. Ἀρχίας στρατηγὸς διὰ Σαραπίωνος βιβλιοφύλακος σεσημείωμαι· καμήλους τρεῖς, γ. ἔτους κ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχίρ γ. κατεχωρίσθη βασιλικῷ γραμματεῖ· κάμηλοι τρεῖς . ἔτους κ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ γ. Δίδυμος …ἐξηριθμήθη συμφώνως. ἔτους κ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ κ.