Ancient Greek
P.Grenf. 2 46
Documentary Papyri, P.Grenf. 2 46
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Καισαρείου δ ἐν Κερκεσούχοις τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νόμου. ὁμολογεῖ Πνεφερὼς Ἡρακλήου ὡς ἐτῶν με οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀπὸ Κερκεσούχων Πανεφρέμμει Ἀπύγχεως ὡς ἐτῶν λ οὐλὴ μετώπῳ ἐκ δεξιῶν, πεπρακέναι αὐτῷ ὄνον θήλειαν τελείαν λευκὴν μυόχρουν ἀναπόριφον. ἀπέχει τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἓξ · καὶ βεβαιοῖ ὑπογραφεὺς τοῦ ἠγορακότος Μυσθαρίων Σαβείνου, τοῦ δὲ ἄλλου εἰδότος γράμματα. Πνεφερὼς Ἡρακλήου πέπρακα καθὼς πρόκειται. Πανεφρέμμις Ἀπύγχεως ἠγόρακα παρʼ αὐτοῦ καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Μυσθαρίων Σαβίνου μὴ εἰδότος γράμματα.