Ancient Greek
P.Grenf. 2 45 a
Documentary Papyri, P.Grenf. 2 45a
Not analysed yet
Σοκνοπαίου νήσου κάμηλοι ϛ. Οὐεγέτωι τῷ καὶ Σαραπίωνι στρατηγῷ καὶ Ἑρμείνωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ταουήτιος τῆς Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου νήσου μετὰ κυρίου τοῦ συνγενοῦς Στοτοήτιος τοῦ Στοτοήτιος. ἃς τῷ κ ἔτει ἀπεγραψάμην περὶ τὴν κώμην καμήλους ἓξ καὶ νῦν ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κα ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς Σοκνοπαίου νήσου. κατεχωρίσθησαν στρατηγῷ κάμηλοι ϛ. ἔτους κα Ἁδριανοῦ τοῦ κυρίου Μεχεὶρ δ. κατεχωρίσθησαν βασιλικῷ γραμματεῖ κάμηλοι ϛ. ἔτους κα Ἁδριανοῦ τοῦ κυρίου Μεχεὶρ δ. Πτολεμαῖος ἐξηριθμήθη συμφώνως. §m5 …κ…