Ancient Greek
P.Grenf. 2 61
Documentary Papyri, P.Grenf. 2 61
Not analysed yet
Ἱέρακι τῷ καὶ Νεμεσίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Ἀνουβίωνος ἀγορανομήσαντος γυμνασιαρχήσαντος διαδεχομένου τὴν στρατηγίαν, παρὰ Ταπιάμεως Ἀγχώφεως καταγινομένης ἐν κώμῃ Ψενύρι. Στοτοῆτις τις κομισάμενος παρʼ ἐμοῦ ἀργυρίου δραχμὰς ὀκτακοσίας ἐπὶ τῷ ἀποκαταστῆσαι ἐν κώμῃ Ἀφροδειτηπόλει Χαιρήμονι οἰνεμπόρῳ ὑπὲρ τιμῆς ὧν ἔσχον παρʼ αὐτοῦ οἴνου κεραμίων, ἀφανὴς ἐγένετο. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι τόδε τὸ βιβλίδιον, πρὸς τὸ φανέντος τοῦ Στοτοήτεως μένειν μοι τὸν λόγον. Ταπιᾶμις ὡς ἐτῶν ν οὐλὴ γόνατι δεξιῷ. ἔτους …Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Μεχεὶρ ϛ.