Ancient Greek
P.Grenf. 2 62
Documentary Papyri, P.Grenf. 2 62
Not analysed yet
Κρηνοληίῳ Κουιντιλλιανῷ ἑκατονάρχῳ Δημήτριος Σατύρου ἀνθʼ οὗ Σύρου μητρὸς Διοδώρας ἀπὸ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων. ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Βριταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν τύχην ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Πάσιν απολλωνίου μητρὸς Ἴσιτος μονῆς καὶ ἐμφανίας, ὃν καὶ παραστήσω ὁπόταν ἐπιζητῆται. ἐὰν δὲ μὴ παριστῶ, ἐγὼ ὁ αὐτὸς ἐγβιβάσω τὰ πρὸς αὐτὸν ἐπιζητούμενα, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἐγράφη ἐπακολουθοῦντος Ἡρακλίδου μαχαιροφόρου. Δημήτριος ὡς ἐτῶν κη οὐλὴ μετώπῳ. ἔτους ιθ Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βριταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Φαρμοῦθι