Ancient Greek
P.Gron. 15
Documentary Papyri, P.Gron. 15
Not analysed yet
Τούρβων Ἄπιτι τῷ τιμιωτάτῳ πολλὰ χαίρειν. καλῶς ποιήσεις κομισάμενος διὰ Ὀννόφρεως Ὀνόφρεως ναυτικοῦ τὴν ταφὴν τῆς μητρός μου ἥν σοι κομίζη… τάχα ποιήσεις παρὰ σοὶ ἄχρι οὗ τε αὐτὸς παραγένωμαι. ἐρρῶσθαί σε εὔχομαι Τούρβων Κολάνθῳ τῷ τιμιωτάτῳ πολλὰ χαίρειν. καλῶς ποιήσεις παραλαβὼν διὰ Ὀννόφρεως Ὀνόφρεως ναυτικοῦ τὴν ταφὴν τῆς μητρός μου …ποιήσεις ἕως παραγένωμαι. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Ψόνιν Ἄπιτι οὐετρανῷ ἀπὸ Τούρβωνος οὐετρανοῦ. εἰς Ψόνιν Κολάνθῳ υἱῷ Τίτου αισατος ἀπὸ Τούρβωνος οὐετρανοῦ.