Ancient Greek
P.Gron. 16
Documentary Papyri, P.Gron. 16
Not analysed yet
Φίλιππος Ἡρωνιανῷ τῷ φιλτάτῳ χαίρειν. Εὔφιλος σύνηλλαξέν μοι πυροῦ ἀρτάβας υ καὶ κριθῆς ἀρτάβας …καθὰ καὶ ἄλλοτέ σοι ἀπήγγειλα, καὶ νομίζω σπουδάζεις ἡμῖν ἔστʼ ἂν αὐτὰς ἀπολάβῃς. ἐσκεψάμην οὖν μὴ ὀχλεῖν σοι κ… …ηνων αὐτὰ ἀνα… …ενα. οὖν ἀγγέλη… …βον π…ς… πυροῦ ἀρτάβ α… ἔδοξεν ὥστε προς… ἐκεῖ ὀλύρας ἀρτάβας σ. ἐνέτελλον οὖν Δείῳ τῷ συνβ… μου ἵνα ἅμα σοι αὐτὰς πωλήσῃ καὶ τὴν τιμὴν τῷ Δείῳ μεταβάλῃς, τὴν κριθὴν δὲ πωλήσῃ σοι πρὸς δραχμὰς ιϛ τὴν ἀρτάβην. ἀλλὰ σπούδασον πάντως παραλαβεῖν παρὰ τοῦ ἀνθρώπου, οἶδα γάρ σου τὴν εὐγνωμοσύνην. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε.