Ancient Greek
1.1.1 to 1.4.80
Documentary Papyri, P.Hal. 1.1.1-1.4.80
Not analysed yet
…κων …ρη …ν …ηται …σα …ιτι …ον …τη …α …γε ……α …να …γον …μμα …βαι …υδε ψευδομαρτυρίου· ὁ μαρτυρίας ἐπιλαμβανόμενος ἐπιλαμβανέσθω παραχρῆμα, ὅταν ἡ γνῶσις ἀναγνωσθῆι παρὰ δικαστῶν ἢ διαιτητῶν ἢ κριτῶν, ἐπιλαμβανέσθω δὲ πάντων τῶν τὰ αὐτὰ μαρτυρησάντων καὶ λαβὼν ἀντίγραφα τῆς μαρτυρίας, ἐὰν βούληται, γραφέσθω δίκην αὐθημερὸν ἢ τῆι ἑπομένηι ἡμιολίου τοῦ τιμήματος τοῦ ἐν τῶι ἐνκλήματι ὄντος. ἐξέστω δὲ καὶ μέρους τῆς μαρτυρίας ἐπιλαβέσθαι, ἐμφανιζέτω δὲ ἐν τῶι ἐνκλήματι, οὗ ἂν ἐπιλάβηται μέρους. ἐὰν δέ τις μὴ εὑρίσκηι τοὺς μαρτυρήσαντας, διδότω τὸ ἔνκλημα τῶι παρασχομένωι. τῶι δὲ παρὰ τὰ γεγραμμένα ποιοῦντι μὴ εἰσαγώγιμος ἡ δίκη ἔστω. τὰ δὲ δικαιώματα τῆς δίκης, ἐφʼ ἧς ἄν τις μαρτυρίας ἐπιλάβηται, ἀπὸ μὲν τοῦ δικαστηρίου ἐπιφερέτω ὁ εἰσαγωγεὺς ἐπὶ τὴν τοῦ ψευδομαρτυρίου, ἀπὸ δὲ τῶν διαιτητῶν ὁ παρὰ τοῦ νομοφύλακος καθεστώς, ἐν οἷς δὲ κριτηρίοις εἰσὶ γραμματεῖς, οὗτοι ἐπιφερέτωσαν. ἐὰν δέ τις καταδικασθείσης αὐτοῦ δίκης ἐπιλαβόμενος τῶν μαρτύρων γράψηται δίκην κατὰ τὸ διάγραμμα, ἐνγύους μὲν παρʼ αὐτοῦ λαμβανέτω ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης παραμονῆς, τὴν δὲ πρᾶξιν μὴ συντελείτω, ἕως ἂν ἡ τοῦ ψευδομαρτυρίου δίκη συντελεσθῇ, καὶ ἐὰν μὲν νικᾶι τοὺς μάρτυρας, ἀφείσθω τῆς καταδίκης καὶ ἡ διενγύησις ἄκυρος ἔστω, οἱ δὲ μάρτυρες εἰσπρασσέσθωσαν· ἐὰν δὲ ἡσσηθῆι, συντελείτω ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης τὴν πρᾶξιν. ἐὰν δέ τις ἀποδικασθείσης αὐτῶι δίκης ἐπιλάβηται τῶν μαρτύρων καὶ γραψάμενος δίκην ψευδομαρτυρίου νικήσηι, οἵ τε μάρτυρες τὴν καταδίκην εἰσπρασσέσθωσαν κατὰ τὸ διάγραμμα καὶ ὁ παρασχόμενος αὐτοὺς ἀποτινέτω τῶι νικήσαντι τό τε τίμημα τῆς ἀποδικασθείσης δίκης, ἐφʼ ἧς παρέσχετο τοὺς μάρτυρας, καὶ τὸ ἐπιδέκατον ἢ ἐπιπεντεκαιδέκατον. ἐὰν δὲ ἀμφότεροι οἱ ἀντίδικοι ἐπιλαβόμενοι τῶν μαρτύρων καταδικάσωνται τοῦ ψευδομαρτυρίου, οἱ μὲν μάρτυρες τὰς καταδίκας εἰσπρασσέσθωσαν κατὰ τὸ διάγραμμα, ἡ δὲ ἐξ ἀρχῆς κρίσις κυρία ἔστω, ἐὰν μὴ ἔκκλητος γένηται. ἐξέστω δὲ ἀπολογεῖσθαι καὶ τῶι παρασχομένωι τὸν μάρτυρα. οἱ δὲ τὰς τῶν ἀποδήμων ἢ ὑπὲρ ὧν ἄλλοι ἐνόμνυνται μαρτυρίας παρασχόμενοι ὑπόδικοι ἔστωσαν αὐτοὶ τοῦ ψευδομαρτυρίου καὶ γραφέσθωσαν οἱ ἀντίδικοι τὰς δίκας τοῖς παρασχομένοις αὐτούς. ἐὰν δέ τις κρινόμενος ἐπὶ δικαστηρίου ἢ ἐπὶ κριτηρίου μαρτυρίας παράσχηται ἐνομωμοσμένας παρά τινος τῶν ὄντων ἑτέρωι τόπωι ἐκ τοῦ πολιτικοῦ νόμου·