Ancient Greek
1.4.81 to 1.5.121
Documentary Papyri, P.Hal. 1.4.81-1.5.121
Not analysed yet
φυτεύσεως καὶ οἰκοδομίας καὶ βαθυορυγῆς …ἐάν τις ὀφρύγην παρὰ ἀλλότριον χωρίον οἰκοδομῆι, τὸν ὅρον μὴ παραβαινέτω. ἐὰν δὲ τειχίον ἢ οἴκημα ἔξω τοῦ ἄστεως, ἐὰν μὲν τειχίον, πόδα Ἰσόχρυσος Σάνδου ἀπολειπέτω, ἐὰν δὲ οἴκημα, δύο πόδας· ἐὰν δὲ ἐντὸς τοῦ ἄστεως οἰκοδομῆι …θω …τῶν ἀναλισκομένων ἢ ἀπολειπέτω τὸ ἥμισυ ὧν γέγραπται ἀπολείπειν τοὺς ἔξω τοῦ ἄστεως οἰκοδομοῦντας. ἐὰν δὲ τάφρον ὀρύσσηι ἢ βόθυνον ὀρύσσηι, ὅσον ἂν τὸ βάθος ἦι, τοσοῦτον ἀπολείπειν, ἐὰν δὲ φρέαρ, ὀργυάν, ἐλάαν δὲ καὶ συκῆν φυτεύοντα ἐννέα πόδας φυτεύειν ἀπὸ τοῦ ἀλλοτρίου, τὰ δʼ ἄλλα δένδρη πέντε πόδας. ἐὰν δὲ παρὰ ταῦτα φυτεύσηι, ἐξορυσσέτω …ἡμερῶν ἀφʼ ἧς ἂν προείπηι ὁ ἀδικούμενος, ἐὰν δὲ ὀρύξηι, ἀνομοιούτω· ὁ δὲ μὴ ποιῶν κατὰ τὰ γεγραμμένα ὑπόδικος ἔστω τοῦ βλάβους, ἐξέστω δὲ τῶι ἀδικουμένωι καθαιρεῖν τὰ ᾠκοδομημένα καὶ πεφυτευμένα καὶ ἀνομοιοῦν τὰ ἐωρυγμένα ἀζημίωι ὄντι. βα… ἔξω τοῦ ἐργασίμου, μηδὲ ἐάν τις ἐν τῶι ἐργασίμωι ὀρύξηι…ρα κα…θεν μηδὲ …α στεγαζέτω, ἢ ὑπόδικος ἔστω τῶι ἀδικουμένωι κ… τοῦ πολιτικοῦ νόμου τάφρων τμήσεως καὶ ἀνακαθάρεως. ἐάν τις βούληται τάφρον τεμέσθαι καινὴν ἢ παλαιὰν ἀνάγαγεῖν, …τοῖς γείτοσιν τοῦ χωρίου καὶ συμβαλλέσθω τὸ μέρος ἕκαστος εἰς τὸ ἀνάλωμα, τοῦ δὲ χοὸς τοῦ ἐξορυσσομένου τὸ ἥμισυ ἑκατέρωσε ἀναβαλλέτω· ὃς δὲ ἂν μὴ βούληται συμβαλέσθαι, τὸν μὲν χοῦν τὸν κατʼ αὐτὸν ὁ τέμνων ἢ ἀνάγων εἰς τὸ χωρίον ἀναρριπτέτω εἰς ὁπότερον ἂν βούληται, τοῦ δὲ ἀναλώματος τὸ διπλοῦν πραξάσθω δίκηι νικήσας. ὧι δʼ ἂν τοῦ αὑτοῦ χωρίου τάφρος …,συμβαλλέσθωσαν αὐτῶι εἰς τὴν ἀνακάθαρσιν τῆς τάφρου …κατὰ μέρος ἕκαστος τῶι δʼ ἀνακαθαίροντι ὑπόδικος ἔστω ὁ μὴ συμβαλλόμενος τριπλασίου τοῦ ἀναλώματος, ἐὰν δίκηι νικηθῆι. ἐὰν δέ τις γραψάμενος δίκην …ἢ πληγῶν ἡσσηθῆι, προσαποτινέτω τῶι νικήσαντι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης καὶ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης πραξάτω καθάπερ ἐκ δίκης ἐκ τῶν ὑπαρχόντων, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ σώματος. ὅσοι δʼ ἂν γραψάμενοι δίκας …ἢ αἰκισμοῦ ἡσσηθῶσιν, προσαποτινέτωσαν τοῖς νικήσασιν τὸ πέμπτον μέρος τοῦ τιμήματος τῆς δίκης, πραξάτω δὲ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης ἐκ τῶν ὑπαρχόντων καθάπερ ἐκ δίκης, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ σώματος. ἐὰν δέ τινες μὴ ἐν τοῖς αὐτοῖς δικαστηρίοις γράψωνται δίκας ἀλλήλοις, κληρούσθωσαν τούτοις δικασταὶ ἐξ ἑκατέρων τῶν δικαστηρίων οἱ ἴσοι καὶ μὴ πλείους