Ancient Greek
1.8.166 to 1.9.201
Documentary Papyri, P.Hal. 1.8.166-1.9.201
Not analysed yet
βασιλεὺς Πτολεμαῖος Ἀντιόχωι χαίρειν. περὶ τῆς σταθμοδοσίας τῶν στρατιωτῶν ἀκούομεν πλείω τινα βίαν γίνεσθαι τὰς καταλύσεις παρὰ τῶν οἰκονόμων οὐ λαμβανόντων, ἀλλʼ αὐτῶν εἰς τὰς οἰκίας εἰσπηδώντων τοὺς ἀνθρώπους ἐγβάλλοντας βίαι ἐνοικεῖν. σύνταξον οὖν, ὅπως τοῦ λοιποῦ μὴ γίνηται τοῦτο, ἀλλὰ μάλιστα μὲν αὐτοὶ στεγανομείσθωσαν. εἰ δὲ ἄρα δεῖ αὐτοῖς σταθμοὺς δίδοσθαι παρὰ τῶν οἰκονόμων, διδότωσαν αὐτοῖς τοῦς ἀναγκαίους, καὶ ὅταν ἀπολύωνται ἐκ τῶν σταθμῶν, ἀναποιήσαντες ἀφιέτωσαν τοὺς σταθμοὺς καὶ μὴ καταλιπέτωσαν, ἕως ἂν πάλιν παραγένωνται, καθάπερ νῦν ἀκούομεν γίνεσθαι, ὅταν ἀποπορεύωνται, ἀπομισθοῦν αὐτοὺς καὶ ἀποσφραγισαμένους τὰ οἰκήματα ἀποτρέχειν. μάλιστα δὲ προνόησον Ἀρσινόης τῆς κατὰ Ἀπόλλωνος πόλιν, ὅπως, ἐὰν παραγένωνται στρατιῶται, μηθεὶς ἐπισταθμεύσηι, ἀλλὰ καὶ ἐν Ἀπόλλωνος πόλει διατρίβωσιν. ἐὰν δέ τι ἀναγκαῖον ἦι ἐν Ἀρσινόηι καταμένειν ἑαυτοῖς οἰκίδια ἀναπλασσέτωσαν, καθάπερ καὶ οἱ πρότερον παραγενόμενοι ἐποίησαν. ἔρρωσο. σιδήρου ἐπαντάσεως. ἐὰν ὁ ἐλεύθερος τῶι ἐλευθέρωι ἐπανατείνηται σίδηρον ἢ χαλκὸν ἢ λίθον ἢ …ἢ ξύλον, ρ δραχμὰς ἀποτεισάτω, ἐὰν δίκηι ἡσσηθῆι. ἐὰν δὲ ὁ δοῦλος ἢ ἡ δούλη τούτων τι ποιήσηι τῶι ἐλευθέρωι ἢ τῆι ἐλευθέραι, μαστιγούσθω μὴ ἔλασσον ρ πληγῶν ἢ τὴν ζημίαν διπλασίαν ἀποτεισάτω ὁ δεσπότης τοῦ ποιήσαντος τῶι παθόντι ἢ ἣ τῶι ἐλευθέρωι γέγραπται, ἐὰν δίκηι νικηθηῖ. μεθύοντος ἀδικιῶν. ὅταν τις τῶν εἰς τὸ σῶμα ἀδικημάτων μεθύων ἢ νύκτωρ ἢ ἐν ἱερῶι ἢ ἐν ἀγορᾶι ἀδικήσηι, διπλασίαν τὴν ζημίαν ἀποτεισάτω τῆς γεγραμμένης. δούλωι ἐλεύθερον πατάξαντι. ἐὰν ὁ δοῦλος ἢ ἡ δούλη πατάξηι τὸν ἐλεύθερον ἢ τὴν ἐλευθέραν, μαστιγούσθω μὴ ἔλασσον ρ πληγῶν ἢ τὴν ζημίαν διπλασίαν ἀποτεισάτω ὁ δεσπότης ὑπὲρ τοῦ δούλου ἢ ἣν τὸν ἐλεύθερον γέγραπται ἀποτεῖσαι, ἐὰν ὁμολογῆι. ἐὰν δὲ ἀμφισβητῆι, γραφέσθω μιᾶς πληγῆς δίκην ρ δραχμῶν, ἐὰν δὲ ὄφληι, τριπλοῦν ἀτίμητον ἀποτεισάτω περὶ δὲ πλειόνων πληγῶν τιμησάμενος δικασάσθω, ὅτι δʼ ἂν τὸ δικαστήριον τιμήσηι, τοῦτο τριπλοῦν ἀποτεισάτω.