Ancient Greek
1.5.122 to 1.7.165
Documentary Papyri, P.Hal. 1.5.122-1.7.165
Not analysed yet
ἔστωσαν τῶν δέκα καὶ ἔστω αὐτῶν ὁ λαχὼν πρόεδρος, εἰσαγέσθω δʼ ἀεὶ ἡ πρώτη λαχοῦσα πρώτη. ἐὰν δὲ τῆι αὐτῆι …ύσθωσαν. κατὰ δὲ τῶν ἀπεσταλμένων ὑπὸ τοῦ βασιλέως δίκην μηθεὶς εἰσαγέτω μήτε κατʼ αὐτῶν μήτε κατὰ τῶν ἐνγύων, μηδὲ ὁ πράκτωρ μηδὲ οἱ ὑπηρέται παραλαμβανέτωσαν τούτους. κατὰ τὰ αὐτὰ δὲ καὶ ἐάν τινες δίκας γράψωνται τοῖς ἐν τῆι ἀποσκευῆι ἢ τοῖς ἐγγύοις αὐτῶν περὶ ἐνκλημάτων γεγενημένων ἐν οἷς ἐπεδήμουν χρόνοις οἱ καταλιπόντες αὐτοὺς μὴ εἰσαγέσθωσαν, ἐὰν μὴ ὦσιν ὄντες τῆς ἀποσκευῆς τὸ δίκαιον εἰληφότες παρά τινων περὶ ἐνκλημάτων γεγενημένων ἐν τοῖς αὐτοῖς χρόνοις, κατὰ δὲ τούτων εἰσαγέσθω. ἐὰν δέ τινες φάσκωσιν εἶναι τῆς ἀποσκευῆς, οἱ δικασταὶ περὶ τούτου διαγινωσκέτωσαν καὶ ἐὰν γνωσθῶσιν ὄντες τῆς ἀποσκευῆς καὶ τὰ ἐνκλήματα φαίνηται γεγενημένα ἐπιδημούντων τῶν καταλιπόντων καὶ τὸ δίκαιον μὴ ὦσιν κατὰ τὰ γεγραμμένα εἰληφότες παρά τινων, αἱ μὲν δίκαι ὑπερβόλιμοι ἔστωσαν, ἕως ἂν οἱ καταλιπόντες αὐτοὺς παραγένωνται, τὰ δὲ ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα κομιζέσθωσαν οἱ θέντες. ὅσοι δ’ ἄν ἐνκαλῶσιν τοῖς ἐν τῆι ἀποσκευῆι οὖσιν ὡς ἠδικημένοι ἐν οἷς χρόνοις ἀπεδήμουν οἱ καταλιπόντες αὐτοὺς ἢ οἱ ἐν τῆι ἀποσκευῆι ἑτέροις φάμενοι ἠδικῆσθαι ἀφʼ οὗ χρόνου κατελίπησαν, κρινέσθωσαν ἐπὶ τοῦ ἀποδεδειγμένου κριτηρίου. ἐὰν δέ τινες γραψάμενοι δίκας ἀποστέλλωνται ὑπὸ τοῦ βασιλέως πρὸ τοῦ εἰσαχθῆναι αὐτοῖς τὰς δίκας, τὰ μὲν ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα ἐὰν βούλωνται, ἀναιρείσθωσαν, αἱ δὲ δίκαι ὑπερβόλιμοι ἔστωσαν, ἕως ἂν παραγένωνται· μὴ εἰσαγέσθωσαν δὲ, πρὶν …τὰ ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα …κεκομισμένοι. ἐὰν δὲ …α… γραψάμενοι δίκας πρὸ τοῦ εἰσαχθῆναι ἀποστέλλωνται ὑπὸ τοῦ βασιλέως, ὑπερβόλιμοι ἔστωσαν καὶ τούτοις κατὰ τὰ αὐτά, ἕως ἂν ἐπανέλθωσιν. τῶν δὲ ἐν τῶι στρατιωτικῶι τεταγμένων ὅσοι ἂν ἐν Ἀλεξανδρείαι πεπολιτογραφημένοι ἐνκαλῶσιν περὶ σιταρχιῶν καὶ σιτομετριῶν καὶ παραγραφῶν τῶν ἐκ σιταρχίας ἢ σιτομετρίας γινομένων, ἐὰν καὶ οἱ ἀντίδικοι ἐν τῶι στρατιωτικῶι ὄντες πεπολιτογραφημένοι ὦσιν, λαμβανέτωσαν τὸ δίκαιον καὶ ὑπεχέτωσαν ἐν τοῖς ξενικοῖς δικαστηρίοις καὶ αἱ πράξεις ἔστωσαν κατὰ τὸ διάγραμμα.