Ancient Greek
P.Hamb. 1 1
Documentary Papyri, P.Hamb. 1 1
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Ἀπολλωφανοῦς τοῦ Πτολεμαίου κολλυβιστικῆς τραπέζης. ἔτους δ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ κδ. Λούκιος Οὐέττιος Λουκίου υἱὸς Διογένης τῶν ἀπολελυμένων ἱππέων Μάρκωι Ἀντωνίωι Διονυσίωι ἱππεῖ ἄλης Αὐγούστης τύρμης Φρόντωνος ἃς ἐδανείσατο παρʼ αὐτοῦ κατὰ συνχώρησιν καὶ διαγραφὴν διὰ τῆς αὐτῆς τραπέζης ἀργυρίου δραχμὰς Ασ, ὥστʼ ἀπέχειν ταύτας τε καὶ τοὺς τόκους αὐτῶν· σὺν αἷς ἔσχηκε διὰ χειρὸς ἀργυρίου δραχμὰς ψ, τὰς λοιπὰς ἀκολούθως τῆι ἀνενηνεγμένηι διὰ τοῦ κριτηρίου λύσει …ἀργυρίου δραχμὰς φ. …