Ancient Greek
P.Hamb. 1 2
Documentary Papyri, P.Hamb. 1 2
Not analysed yet
ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ λ ἐπʼ ἀγορανόμου Εἰρηναίου Παρεμβολῆς τῆς πρὸς Βαβυλῶνι τοῦ Ἡλιοπολείτου νομοῦ. Πετὼς Χελκίου καὶ οἱ τούτου υἱοὶ Χελκίας καὶ Δωρ…κοας οἱ τρεῖς Ἰουδαῖοι Πέρσαι τῆς ἐπιγονῆς τῶν ἀπὸ Σύρων κώμης Λουκίῳ Οὐεττίῳ ἱππεῖ ἄλης Οὐοκουντίων τύρμης Λογγίνου. ὁμολογοῦμεν ἔχειν παρά σου διὰ χειρὸς διʼ ἐγγύων ἀλλήλων εἰς ἔκτισιν παραθήκην ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαὶ χ, ἃς καὶ ἀποδώσομέν σοι ἕως Τῦβι τριακάδος τοῦ ἐνεστῶτος ἕκτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀτόκους διαγράφοντες ἀργύριον ἐπίσημον δόκιμον ἀρεστὸν ἀνυπόλογον παντὸς ὑπολόγου. ἐὰν δὲ μὴ ἀποδῶμεν καθότι πρόκιται, ἐκτίσομεν τὴν παραθήκην τάς τε ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ τοὺς τόκους τοῦ ὑπερπεσόντος χρόνου καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ,τῆς πράξεώς σοι οὔσης ἔκ τε ἡμῶν τῶν τριῶν καὶ ἐξ ἑνός οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν παντῃ πάντων πράσσοντι κυρίως. ἡ δὲ παραθήκη κυρία ἔστω πανταχῇ. Πετὼς ὡς ἐτῶν …ϛ μελάνχρως …Χελκίας ὡς ἐτῶν …εν …οὐλὴ ἀντικνημίῳ …