Ancient Greek
P.Hamb. 1 19
Documentary Papyri, P.Hamb. 1 19
Not analysed yet
Αὐρηλίωι Νεμεσίωνι τῶι καὶ Διονυσίωι βασιλικῶι γραμματεῖ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Ἀσκλᾶς Χαρμίωνος ἀπʼ Ὀξυρύγχων πόλεως καταγεινομένου ἐν …ειλο… αἰτοῦμαι ἐπισταλῆναι εἰς σπέρματα δάνεια ἀπὸ πυροῦ γενήματος τοῦ διελθόντος δ ἔτους εἰς τὴν τοῦ ἐνεστῶτος ε ἔτους κατασπορὰν εἰς ἣν γεωργῶ περὶ τὸ Μονίμου ἐποίκιον ἐκ τοῦ Πτολεμαίου κλ… λισαρχηναπ…θω… Σαραπάμμωνος καὶ …θ…ος Ψαμεκ… βασιλικὴν γῆν …πιπ… …νοπαντι ἀρτάβας γ… ἀρούρας δεκατρεῖς τέταρτον ,ὧν γείτονες νότου καὶ ἀπηλιώτου Αὐρηλίου Διονυσοθέωνος γυμνασιαρχήσαντος, βορρᾶ Αὐρηλίου Διογένους Σαραπίωνος γυμνασιαρχήσαντος, λιβὸς βασιλική, πυροῦ ἀρτάβας ι. ἅσπερ κοκκολογήσας ἀπὸ κριθῆς καὶ αἴρης καταθήσομαι εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς ἐπακολουθούντων τῶν εἰς τοῦτο προκεχειρισμένων καὶ ὧν ἄλλων οἷς καθήκει καὶ ἐκ νέων ἀποδώσω τὰς ἴσας σὺν τοῖς ἑπομένοις ἅμα τοῖς τῆς γῆς τοῦ ἐνεστῶτος ἔτους γνησίοις τελέσμασι μέτρῳ δημοσίῳ καὶ ἀρταβίῳ μετρήσει τῇ κελευσθείσῃ. καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην μὴ ἐψεῦσθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. βασιλικῆς.