Ancient Greek
P.Hamb. 1 20
Documentary Papyri, P.Hamb. 1 20
Not analysed yet
Οὐαλερίᾳ Θαῗδι τῇ καὶ Τιτανίᾳ διὰ τοῦ ἀνδρὸς Αὐρηλίου Αὐνῆ Σαραπᾶτος καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Α…ουλίου Νείλου μητρὸς …ᾶτος ἀπὸ κώμης Φιλαδελφίας. βούλομαι μισθώσασθαι παρά σου τὰς ὑπαρχούσας σοι περὶ κώμην Τάνιν ἐν τόπῳ Θανεπλωροῖς λεγομένῳ κλήρου κατοικικοῦ ἀρούρας δώδεκα ἐπὶ χρόνον ἔτη …πι… …τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν ὄντων πρός σε τὴν γεοῦχον καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν κλῆρον ὡς καὶ ἐγὼ παρείληφα. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Οὐαλερία Θαὶς ἡ καὶ Τιτανία μεμίσθωκα ὡς πρόκιται. ἔτους ε τῶν κυρίων ἡμῶν Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν Μεσορὴ λ.