Ancient Greek
P.Hamb. 1 31 a
Documentary Papyri, P.Hamb. 1 31a
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Τίτου Φλαουίου Τιτιανοῦ ἐπάρχου Αἰγύπτου, οὗ προγραφή· οἱ ὑπογεγραμμένοι οὐετρανοὶ στρατευσάμενοι ἐν εἴλαις καὶ ἐν σπείραις ἐπιτυχόντες σὺν τέκνοις καὶ ἐγγόνοις τῆς Ῥωμαίων πολιτείας καὶ ἐπιγαμίας πρὸς γυναῖκας, ἃς τότε εἶχον, ὅτε αὐτοῖς ἡ πολιτεία ἐδόθη, ἢ εἴ τινες ἄγαμοι εἶεν, πρὸς ἃς ἐὰν μεταξὺ ἀγάγωσι, τοῦ μέχρι μιᾶς ἕκαστος, ἔτι δὲ καὶ ἕτεροι οὐετρανοὶ ἐπιτυχόντες μόνοι τῆς Ῥωμαίων πολιτείας, ὁμοίως δὲ καὶ Ῥωμαῖοι καὶ Ἀλεξανδρεῖς καὶ ἀπελεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι παρεγένοντο πρὸς ἐπίκρισιν Τίτου Φλαουίου Τιτιανοῦ ἐπάρχου Αἰγύπτου ἀπὸ τῆς πρὸ θ Καλανδῶν Μαρτίων, ἥτις ἐστὶν Μεχεὶρ κζ, ἕως τῆς πρὸ ια Καλανδῶν Ἰουνίων, ἥτις ἐστὶν Παχὼν κζ τοῦ ἐνεστῶτος …ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. ἃ δὲ παρέθεντο δικαιώματα τῷ δεῖνι ἐπάρχῳ εἴλης Ἀπριανῆς, ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων …. Γάιος Πετρώνιος Μάξιμος βουλόμενος παρεπιδημεῖν πρὸς καιρὸν ἐν …τοῦ Ἀρσινοείτου νομοῦ εκδ…ο… ἐπικρίσεις Τίτου Φλαουίου Τιτιανοῦ …ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου …. ……νδε… ἀντίγραφον ἐπικρίσεως Γαίου Πετρωνίου Μαξίμου .