Ancient Greek
P.Hamb. 1 32
Documentary Papyri, P.Hamb. 1 32
Not analysed yet
Μενχῆς Μενχέως Λιτβήους τῶν ἀπὸ κώμης Κερκεύρεως ἱερεὺς Ἴσιδος …ευρς… θεᾶς μεγίστης κληρονόμοις Ἀπολλωνίου Ἀσκληπιάδου Νεοκοσμίοις τοῖς καὶ Ζηνείοις διὰ Εὐδαίμονος φροντιστοῦ χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀπὸ τιμῆς πυροῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς δεκαοκτώ γίνονται δραχμαὶ ιη, ἃς καὶ ἀποδώσω σοι ἄνευ πάσης ὑπερθέσεως ἕως Παῦνι μηνὸς τοῦ ἐνεστῶτος τετάρτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. Σαραπίων Ἀνουβίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι κα.