Ancient Greek
P.Hamb. 1 54
Documentary Papyri, P.Hamb. 1 54
Not analysed yet
Αὐρήλιος Περικλῆς Σερήνῳ τῷ ἀδελφῷ χαίρειν. ἀσπάζομαί σε, ἄδελφε, πρὸ πάντων κομισάμενος κορμοὺς ε. καλῶς οὖν ποιήσεις ἕτερα β καμήλιά μοι διαπεμψάμενος εἰς τρίτην ἢ τετάρτην τοῦ Φαμενὼθ μηνός. τὸ γὰρ πλοῖον ἐξέρχεται εἰκάδι. καὶ σὺ οὖν, ἄδελφε, γράψον μοι, τίνας χρείας ἔχεις εἰς τὰ ἄνω μέρη, καὶ ἐγὼ εὐθέως σοι παρακομιῶ οὐ μισθῶν ἕνεκα, ἀλλὰ ἕνεκα τῆς ἀσυνκρίτου σου ἐπαινέσεως. μὴ οὖν κατάσχῃς τὸ πλοῖον. εἰ δʼ οὖν, ἀλλὰ ταχέως μοι γράψον ὅτι οὐ διαπέμπῃ μοι, ἵνα καὶ ἐγὼ τὸ πλοῖον ἀπολύσω. ἔρρωσό μοι σὺν καὶ τῇ συνβίῳ σου καὶ τοῖς τέκνοις καὶ τῷ οἴκῳ σου. ἔρρωσό μοι πολλοῖς χρόνοις ὑγιαίνων μετὰ καὶ τῶν σῶν. ἀπόδος Σερήνῳ δεκαδάρχῃ παρὰ Αὐρηλίου τουτη…