Ancient Greek
P.Hamb. 1 55
Documentary Papyri, P.Hamb. 1 55
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Ἀυδναίου Ἁθὺρ ια ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Τεβουλᾶς Μύσθου ἀπὸ κώμης Φνεβίη ὡς ἐτῶν κβ οὐλὴ …εκ… μεγάλ δακτύλου δευτέρου χειρὸς ἀριστερᾶς Αὐρηλίῳ Ἡρωνείνῳ Δημητρίου ἀπʼ ἀμφόδου Μοήρεως ὡς ἐτῶν νη οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Αὐρήλιον Τεβουλᾶν χρῆσιν ἐν γένει πυροῦ ἀρτάβας δέκα ἥμισυ …ν, ἃς καὶ ἀποδώσειν τῷ Αὐρηλίῳ Ἡρωνείνῳ ἐν μηνὶ Παῦνι ἐν τῇ μητροπόλει μέτρῳ τετραχοινίκῳ. ἐὰν δὲ μὴ ἀποδῷ τῇ προθεσμίᾳ, ἐκτίσειν αὐτὸν τὴν ἐπὶ τοῦ καιροῦ γεινομένην τοῦ πυροῦ πλείστην τιμήν, γεινομένης τῆς πράξεως …