Ancient Greek
P.Hamb. 1 59
Documentary Papyri, P.Hamb. 1 59
Not analysed yet
Ἀντωνίωι Πρόκλωι καὶ Κορνηλίωι Οὐαλεριανῶι καὶ τοῖς σὺν αὐτοῖς ἀνδράσι …ν Ἥρωνος γραμματεὺς πληρωτῶν κώμης Φιλαδελφείας χαίρειν. ὁμολογῶ …τὴν περὶ τὴν Φιλαδέλφειαν δημοσίαν καὶ οὐσιακὴν γῆν, ἐσχηκέναι τοὺς αὐτάρκεις σπόρους καὶ ἀπηρτίσθαι τῷ τε λιμνασμῷ καὶ τῇ κατασπορᾷ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ιθ.