Ancient Greek
P.Hamb. 1 60
Documentary Papyri, P.Hamb. 1 60
Not analysed yet
…ίωι Ἰούστωι στρατηγῶι Ἑρμοπολίτου παρὰ Πασχεῖτος Καπαῖτος τοῦ Σαμβαθείου ἀπὸ τῆς Ἑρμοῦ πόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἑρμου Πόλεως Λιβός, ἐπὶ τοῦ Χενανούπιος τῆς Πασχεῖτος σταθμοῦ ἕκτου μέρους οἰκίας καὶ χρηστηρίων καὶ εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν τῇ λεγομένῃ ……ι. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Μεττίου Ῥούφου εἰς τὴν κατʼ οἰκίαν ἐπίκρισιν τοῦ ἐνάτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου ἐμαυτὸν τὸν προγεγραμμένον Πασχεῖτα Καπαῖτος τοῦ Σαμβαθείου μητρὸς Χενανούπιος τῆς Πασχεῖτος ἐτῶν …,Ἁρπαῆσιν υἱόν μου τορνευτὴν μητρὸς Ταυρώυτος τῆς Τιθοῆτος ἐτῶν …,Ἰναρώουν ἄλλον ἰατρὸν μητρὸς τῆς αὐτῆς ἐτῶν κ οὐλὴ μετώπῳ, υἱωνὸν τοῦ μὲν Ἰναρώουτος υἱὸν Τοθῆν μητρὸς Ταψώτιος Δισκᾶτος ἐτοῦς α, …τασεῦν θυγατέρα ἐτῶν ιζ, …ταναρώουν ἄλλην ἐτῶν ιδ. καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τύχην μὴ ὑπάρχειν μοι οἰκίαν ἢ ἄλλα ἔνγαια καὶ μὴ ἔχειν με ἑτέρους υἱοὺς ἢ ἄλλους ἀναπογράφους ἔξω τῶν προγεγραμμένων. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοίακ ια. …ἀμφοδάρχης ἔσχον τὸ ἴσον δεκάτῳ ἔτει Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Χοίακ ιδ. …Ἰοῦστος στρατηγὸς Ἑρμοπολίτου διὰ Χαιρήμονος βοηθοῦ ἔσχον τὸ ἴσον. Ἀπολλώνιος βασιλικὸς Ἑρμοπολίτου διʼ Ἀχιλλέως βοηθοῦ ἔσχον τὸ ἴσον δεκάτωι ἔτει Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου Χοίακ ιδ εἰς ἐξέτασιν.