Ancient Greek
P.Hamb. 1 6
Documentary Papyri, P.Hamb. 1 6
Not analysed yet
Πρωτάρχωι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Διδᾶ τοῦ Ἑρμᾶ ἐπιτηρητοῦ τοῦ ἐνεστῶτος ιγ ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ὑποδοχίων δύο περὶ κώμην Ἡφαιστιάδα. αἰτούμενος λόγον δηλῶ ἀπὸ τῶν αὐτῶν ὑποδοχίων μηδὲν ἀπὸ θήρας ἰχθύων περιγεγονέναι μέχρι νῦν. οἱ δὲ ἀπὸ τῆς κώμης χρῶνται τοῖς αὐτοῖς ὑποδοχίοις, ὑφʼ ὧν καὶ ὁ ἀπότακτος αὐτῶν φόρος διαγράφεται πιαζόμενος ὑπό σου. Διδᾶς διὰ Ἀσκληπιάδου ἐπιδέδωκα τὸν προκείμενον λόγον ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα Σαωφᾶς νομογράφος. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων ε.