Ancient Greek
P.Hamb. 1 7
Documentary Papyri, P.Hamb. 1 7
Not analysed yet
Ἀσκληπιάδης ἐσημειωσάμην, γ. Ἀσκληπιάδῃ κωμογραμματεῖ Πεπταύχων καὶ ἄλλων κωμῶν τοῦ Βερενείκης νομοῦ παρὰ Νικταθύμεως Παπείρεως Νικταθύμεως τῶν ἀπὸ τῆς αὐτῆς κώμης Πεπταύχων. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Τίτου Φλαουίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος προστεταγμένα πρὸς τὴν τοῦ ἐνεστῶτος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν τὴν ὑπάρχουσάν μοι οἰκίαν ἐν τῇ προκειμένῃ Πεπταύχων κώμῃ ἐν ᾗ οἰκοῦμεν· Νικταθῦμις Παπείρεως Νικταθύμεως μητρὸς Ἀπολλωνίας …σειραδοχιμ μέσος μελίχρως οὐλὴ ἀντίχειρι ἀριστερῷ ἐτῶν οα, …ρις …ιν… Ἀσπιεσιήους ἡ γυνὴ Κλω …ἐτῶν ξ, Νικταθῦμις ὁ υἱὸς ἐξ ἀμφοτέρων ἱερεὺς μελίχρως ἄσημος ἐτῶν μ ,…ς Ἀμοῦνις Ἀρχιδήμου μητρὸς Τα…σε… …Παήσεως ἡ γυνὴ Κλωδ …ἐτῶν ξε. καὶ ὀμνύω μὲν τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ ϛ. Νικταθῦμις Παπείρεως ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν προκίμενον ὅρκον ὡς πρόκιται. Πετοσῖρις Παθενούφεως ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου γράμματα μὴ εἰδέναι. …