Ancient Greek
68.3 to 68.38
Documentary Papyri, P.Hamb. 1 68.3-38
Not analysed yet
……καὶ …πύργῳ καὶ κ… ἡλιαστηρίῳ ὁλοκλήρῳ καὶ χαρακῶνι καὶ φυτοῖς καὶ φοίνιξι καὶ πωμαρίῳ καὶ ἐλαιῶσι καὶ ἀχυροθήκῃ τῇ ἐντὸς τῆς λιβικῆς αὐθεντικῆς θύρας, σὺν φυτοῖς ὅλοις ἐνκάρποις τε καὶ ἀκάρποις α…ρ…β…ῳ νεοφυτίῳ καὶ τοῖς δυσὶ ξυλίνοις ὀργάνοις, διακείμενον ἐν τῇ αὐτῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ Φερκω ἐκ νότου τοῦ κτήματος τοῦ εὐαγοῦς μοναστηρίου Γενεαλίου, ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ καὶ τὴν πᾶσαν γεωργικὴν αὐτοῦ ποιήσασθαι ἐργασίαν ἐκ τῶν ἰδίων μου ζώων καὶ ἀναλωμάτων καὶ γεωργῶν πρὸς ἑξαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἐσομένης τρεισκαιδεκάτης ἰνδικτίωνος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, καὶ διδόναι ὑμῖν τὸν φόρον ἐπʼ ἀποτάκτῳ, ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, φορᾶς τε καὶ ἀφορίας, πασῶν ὧν περιέξωθεν ἀρουρῶν λιβικῶν τε καὶ ἀπηλιωτικῶν τοῦ αὐτοῦ κτήματος πρὸς ἀναμέτρησιν τοῦ δημοσίου σχοινίου ἀπὸ ἑξήκοντα τεσσάρων ἀμμάτων επισθουμεν…θος ἑκάστης ἀρούρης ἀνὰ σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας τέσσαρας καὶ κριθῶν ἀρτάβην μίαν μέτρῳ τῆς οὐσίας τοῦ τῆς μεγαλοπρεποῦς μνήμης κόμετος Ἀμμωνίου. γεωργήσω δὲ ὑμῖν τὴν πλαστὴν γῆν ἤτοι χερσάμπελον ἐφʼ ἡμισείας κατʼ ἔτος, καὶ τὴν ταύτης δώσωμεν ἐκ τοῦ κοινοῦ σπερμοβολίαν καὶ ἀμπελικὸν νεοφυτεῖον φιλοκαλήσω καὶ ποτίσω ἀκαταφρονήτως χειμῶνί τε καὶ θέρει. σπείρω δὲ ὑμῖν ὡσαύτως ἐφʼ ἡμισείας ἐπʼ ἀναβάσει βονῇ τὸν ὑμέτερον βουνὸν τὸν ἐξ ἀπηλιώτου τῶν ἀπηλιωτικῶν γῃδίων τοῦ αὐτοῦ κτήματος λεγόμενον ἄπα Διοσκόρου. καὶ τοῦ καιροῦ γενομένου κατʼ ἔτος τῆς συνκομιδῆς τὸ περιεσόμενον ἡμῖν γένημά τε καὶ ἄχυρον ἔκ τε τοῦ βουνοῦ καὶ τῆς αὐτῆς πλαστῆς γῆς ἤτοι χερσαμπέλου μερισθήσεται εἰς ἡμᾶς κατὰ τὸ ἥμισυ μέρος, εἰς ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, εἰς ὑμᾶς δὲ τὸ ἄλλο μέρος ὑπὲρ τῶν ἐκφορίων. παρέξω δὲ ὑμῖν κατʼ ἔτος ὑπὲρ ἀργυρικοῦ τοῦ γεουχικοῦ ὑμῶν ἡμίσους μέρους τῶν ἐκεῖσε φοινίκων χρυσοῦ τριμήσιον ἓν συναλλαγῆς πρὸς παρὰ ἓν τοῦ νομίσματος χρυσοχοικῷ σταθμῷ τῆς κώμης ἐν τῷ μηνὶ Τῦβι κατʼ ἔτος. ὁ δὲ καρπὸς τῶν ἐλαίων καὶ τῆς μυξέας καὶ τοῦ πωμαρίου καὶ τῆς καλαμίας ἐφʼ ἡμισείας, στελλομένου δὲ ὑμῖν τοῖς γεούχοις κατʼ ἔτος ἑνὸς φοίνικος λεγομένου Ἰωάννου τοῦ ἐπάνω τῆς ἀμάρας. παρέξω δὲ ὑμῖν κατʼ ἔτος ὑπὲρ τοῦ μισθοῦ τῶν δύο ξυλίνων ὑμῶν ὀργάνων