Ancient Greek
68.39 to 68.50
Documentary Papyri, P.Hamb. 1 68.39-50
Not analysed yet
σίτου καλοῦ ἀρτάβας δεκατρεῖς σὺν τῇ συντάξει τοῦ τέκτονος μέτρῳ τοῦ ὄρους. παρέξω δὲ ὑμῖν κατʼ ἔτος ὑπὲρ δαπάνης τοῦ φόρου οἴνου ἀγγεῖα δύο καὶ κρέως λίτρας δώδεκα καὶ λαμψάνης κολοβὰ τέσσαρα καὶ τυροὺς ξηροὺς καλοὺς γεουχικοὺς ἑκατόν . καὶ τὴν μεταφορὰν ποιήσω τοῦ τε φόρου καὶ τοῦ ἡμίσους μέρους ὑμῶν τῆς πλαστῆς γῆς καὶ τοῦ βουνοῦ γενήματος τε καὶ ἀχύρου εἰς τὸ ὄρος ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔστω καὶ βεβαία καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰακὸβ Δαυεὶδ ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Ψᾶϊς Ἀπολλῶτος πρεσβύτερος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμε…ο. διʼ ἐμοῦ Ἑρμαυῶτος νομικοῦ ἐγράφη. .