Ancient Greek
P.Hamb. 1 70
Documentary Papyri, P.Hamb. 1 70
Not analysed yet
Τῖτος Φλαούιος Καπίτων Τίτῳ Φλαουίῳ Σαραπίωνι συνεπιτρόπῳ …Λονγίνου Οὐαλέντος ἀφήλικος κληρονόμου γεγονότος κατὰ διαθήκην Φλαουίας Πτολέμας μετηλλαχυίας τῷ …μηνὶ τοῦ ὀγδόου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, μάμμης οὔσης τοῦ προγεγραμμένου ἀφήλικος χαίρειν. ἐπειδὴ κατέλειψε μοι ἡ Φλαουία Πτολέμα κατὰ τὴν ἐπὶ σοὶ διαθήκην κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ,ἃς καὶ μετὰ τελευτὴν αὐτῆς καρπίζομαι καὶ τὰ περιγινόμενα ἐξ αὐτῶν εἰς τὸ εἴδιον ἀποφέρω, τελοῦντός μου τὰ περὶ αὐτῶν πάντα δημόσια εἰς ὄνομα τῆς Φλαουίας Πτολέμας, ὁμολογῶ, ἐάν τις ζήτησις γένηται περὶ τῶν περιγεινομένων αὐτῶν ἢ ἑτέρου τινὸς αὐτῶν, ὅταν τὸν λόγον δίδομεν τῷ ἀφήλικι, ἐγὼ αὐτὸς τὰ περὶ τούτων ἐγβιβάσω ἰδίαις δαπάναις καὶ τὸ περὶ τούτου κριθησόμενον, ἐάνπερ κρίσις γένηται, ἀπαρτιῶ τὸ δὲ χειρόγραφον τοῦτό ἐστιν ἐμὸν ἰδιόγραφον, γεγραμμένον δισσόν, χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς, ὃ καὶ κύριον ἔστω πανταχοῦ καὶ παντὶ τῷ ἐπιφέροντι ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἐὰν δέ τις ἀνάνκη γένηται, προσφωνήσω τὸ ἴσον ὥστε γενέσθαι διὰ δημοσίου χρηματισμοῦ ἀνυπερθέτως. χειρόγραφον, ὃ ἔγραψα Σαραπίωνι περὶ τῶν ἐκ Πτολέμας τόπων ἀρουρῶν γ ἤτοι τοῦ ληγάτου. Μαλάτου ἐπιστολὴ περὶ τῶν ταύρων εἰς Ἡλιοπολίτην.