Ancient Greek
P.Hamb. 1 69
Documentary Papyri, P.Hamb. 1 69
Not analysed yet
Ἥρων ὁ καὶ Σαραπίων καὶ Ἡρακλείδης …ος καὶ Ἡρακλείδης Ἡρακλείδου ἐγλήμτορες …ρος μέτρου φοινικηγοῦ Ὥρῳ Ἡρακλείδου κοινωνῷ ἡμῶν χαίρειν. ἀπέχομεν παρὰ σοῦ τὰς δαπάνας καὶ τὰ ὀψώνια τοῦ ἐνάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλοῦμεν περὶ τοῦ αὐτοῦ ἐνάτου ἔτους. ἔτους δεκάτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι εἰκάδι. Ἥρων ὁ καὶ Σαραπίων ἔγραψα τὸ σῶμα. Ἡρακλείδης σεσημείωμαι.