Ancient Greek
P.Hamb. 1 8
Documentary Papyri, P.Hamb. 1 8
Not analysed yet
ἀντίγραφον ἀποχῆς. Κύριλλος καὶ Ποιθρῆς οἰκονόμοι Ἰουλίας Βερνίκης Εὐδαίμονι Θεογίτονος καὶ μετόχοις γενομένοις μισθωταῖς χαίρειν. μεμετρήμεθα παρʼ ὑμῶν τὸ ἐκφόριον τοῦ διεληλυθότος ιθ ἔτους ὧν ἐγεωργεῖτε περὶ κώμην Θεαδέλφειαν τῆς Θεμίστου μερίδος μέτρῳ χαλκῷ τῆς οὐσίας πυροῦ ἀρτάβας ὀγδοήκοντα ἑπτά γίνονται πυροῦ ἀρτάβαι πζ, καὶ κριθῆς ἀρτάβας δεκατέσσαρας γίνονται ἀρτάβαι ιδ καὶ τὰς οἰκονομικὰς μὴ ἐλαττουμένων ἡμῶν ὑπὲρ ὧν ὀφείλετε λοιπῶν φόρων τοῦ αὐτοῦ ιθ ἔτους. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κ. ἀντίγραφον ὑπογραφῆς· Κύριλλος μεμέτρημαι καὶ ἀπέλυσα ὑμᾶς τῆς μισθώσεως καθὼς πρόκειται. Ποιθρῆς οἰκονόμος μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας ὀγδοήκοντα ἑπτὰ καὶ κριθῆς ἀρτάβας δεκατέσσαρας καὶ τὰς οἰκονομικὰς καὶ ἀπέλυσα ὑμᾶς τῆς μισθώσεως καθὼς πρόκειται. Εὐδαίμων ὁ προγεγραμμένος ἔχω τὸ αὐθεντικὸν καὶ ὁπηνίκα ἂν ἐπιζητῇς ἐποίσω πρὸς ἐπίδειξιν.