Ancient Greek
P.Hamb. 2 169
Documentary Papyri, P.Hamb. 2 169
Not analysed yet
Μηνόδωρος Νικάνορι χαίρειν. καλῶς ποιήσεις γράψας ἐντολὴν τοῖς κατὰ τόπον τραπεζίταις εἰς τὸ ἡμέτερον ὄνομα διδόναι ἡμῖν τὸ κατʼ ἄνδρα τῶν πεπτωκότων εἰς τὰ παραγεγραμμένα ἡμῖν ὀφειλήματα, ὅπως ἔχωμεν χρᾶσθαι πρὸς τοὺς διαλογισμούς. ἕως μὲν γὰρ τοῦ νῦν οὐχ ὑπακούουσιν οὐδὲ ὑμεῖς αὐτοὶ ἐπιδίδοτε πλεονάκις ἤδη γεγραφότων ἡμῶν. ἀξιοῦμεν οὖν σε ἔτι καὶ νῦν ἤδη γράψαι τὴν ἐντολήν. οἱ γὰρ ἱππεῖς πλέονα πράγματα παρέχουσιν καὶ καθεστήκασιν ἡμᾶς ἐπʼ Ἀμμώνιον τὸν οἰκονόμον· ἡμᾶς δὲ οὐ προσῆκόν ἐστιν προσδέχεσθαι πτώματα, ἐὰν μὴ παρʼ ὑμῶν λάβωμεν τὸν λόγον τῶν πεπτωκότων ἢ παρὰ τῶν κατὰ τόπον τραπεζιτῶν. ἔρρωσο. ἔτους ϛ Χοιὰχ ιθ. Χοιὰκ κ Νικάνορι.