Ancient Greek
P.Hamb. 2 170
Documentary Papyri, P.Hamb. 2 170
Not analysed yet
Διόδωρος Πασικράτει χαίρειν. ἔχω παρὰ σοῦ ὥστε τῶι βασιλεῖ εἰς τὸν λόγον τῆς σιτωνίας τοῦ Ἑρμοπολίτου, ἃ ἠριθμησάμην παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχων πόλει τραπέζης κατὰ τὴν παρὰ σοῦ γραφεῖσαν αὐτῶι ἐπιστολὴν τὰ διαγραφέντα μοι Φαωφὶ δ, χαλκοῦ νομίσματος τάλαντα δέκα πέντε γίνεται τάλαντα ιε. ἔρρωσο ἔτους ϛ, Χοιὰχ α. Διόδωρος Πασικράτει χαίρειν. ἔχω παρὰ σοῦ ὥστε τῶι βασιλεῖ εἰς τὸν λόγον τῆς σιτωνίας τοῦ Ἑρμοπολίτου, ἃ ἠριθμησάμην παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχων πόλει τραπέζης κατὰ τὴν παρὰ σοῦ γραφεῖσαν αὐτῶι ἐπιστολήν, τὰ διαγραφέντα μοι Φαωφὶ δ, χαλκοῦ νομίσματος τάλαντα δέκα πέντε γίνεται τάλαντα ιε. ἔρρωσο. ἔτους ϛ Χοιὰχ α. ὁμολογεῖ Διόδωρος ἔχειν κατὰ τὸ σύμβολον τοῦτο χαλκοῦ τάλαντα δέκα πέντε ,Μεχεὶρ ι.