Ancient Greek
P.Hamb. 2 171
Documentary Papyri, P.Hamb. 2 171
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους α, ὡς δʼ αἱ πρόσοδοι ἔτους β μηνὸς Φαμενὼθ ι· ἔχει Δημήτριος ἰατρὸς παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχοις τραπέζης ἐκ τοῦ ἰατρικοῦ λόγου εἰς τὸ προσοφειλόμενον τῶν ἐτείων πρὸς τὸ λθ ἔτος, ὃ συνέχω παρὰ τραπεζίτου, ἰατρικὸν τοῦ Χοιὰχ τοῦ λθ ἔτους δραχμὰς π. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης Θεῶν Ἀδελφῶν ἔτους α, ὡς δʼ αἱ πρόσοδοι ἔτους β μηνὸς Φαμενὼθ ι· ἔχει Δημήτριος ἰατρὸς παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχοις τραπέζης ἐκ τοῦ ἰατρικοῦ λόγου εἰς τὸ προσοφειλόμενον …τοῖς κατὰ τόπον ἰατροῖς πρὸς τὸ λθ ἔτος, ὃ συνέχω παρὰ τραπεζίτου …ἰατρικὸν τοῦ Χοιὰχ τοῦ λθ ἔτους δραχμὰς π