Ancient Greek
P.Hamb. 2 183
Documentary Papyri, P.Hamb. 2 183
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε μηνὸς Φαωφὶ κζ ἐν Τακόναι· ὁμολογεῖ Πολέμων Μυσὸς ἰδιώτης τῶν Ζωίλου ἔχειν παρὰ Ζηνοδώρου τοῦ οἰκονομοῦντος τὴν κάτω τοπαρχίαν καὶ Θμοισεφὼ χόρτου δεσμὰς μυρίας …χν ἃς ἀποδώσω ἐν μηνὶ Ἐπεὶφ τοῦ λϛ ἔτους καὶ ἡμιολίαν· καὶ καταστήσω αὐτὸν ἐπὶ τὸν ἴσον λόγον ὥσπερ καὶ ἔλαβον· ἐὰν δὲ μὴ ἀποδώσω τὰ γεγραμμένα, ἀποτείσω σοι τὸ ἥμισυ καὶ ἡ πρᾶξις πρὸς βασιλικά. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε μηνὸς Φαωφὶ κζ ἐν Τακόναι· ὁμολογεῖ Πολέμων Μυσὸς ἰδιώτης τῶν Ζωίλου ἔχειν παρὰ Ζηνοδώρου τοῦ οἰκονομοῦντος τὴν κάτω τοπαρχίαν καὶ Θμοισεφὼ χόρτου ἱππικοῦ δεσμὰς μυρίας …χιλίας ἑξακοσίας πεντήκοντα ,ἃς ἀποδώσω ἐν μηνὶ Ἐπεὶφ τοῦ λϛ ἔτους καὶ ἡμιολίαν· καὶ καταστήσω αὐτὸν ἐπὶ τὸν ἴσον λόγον ὥσπερ καὶ ἔλαβον …