Ancient Greek
P.Hamb. 2 184
Documentary Papyri, P.Hamb. 2 184
Not analysed yet
Ἄρχων Πλουτάρχου Πέρσης τῆς ἐπιγονῆς· ὁμολογῶ ἠγορακέναι ἐκ τοῦ Ἀπολλωνίου κλήρου βασιλικοῦ ἀράκου κακοφυοῦς ἀρούρας ἓξ ἥμισυ ἀνὰ δραχμὰς τέσσαρας τὴν ἄρουραν, ὃ γίνεται τὸ πᾶν δραχμαὶ εἴκοσι ἕξ ,ἃς τάξομαι ἐπὶ τράπεζαν ὅταν ἡ λογέια τῶν χλωρῶν γένηται.