Ancient Greek
P.Hamb. 2 191
Documentary Papyri, P.Hamb. 2 191
Not analysed yet
Ποσειδωνίωι. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα σοὶ κατὰ νοῦν ἐστιν, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ αὐτός. ἀπεστάλκαμεν Θεόδοτον κομίζοντά σοι τοὺς ἀμπελιτικοὺς τόμους δ ἀπὸ Ἐπεὶφ ἕως Φαῶφι. ἐφειλκυσάμεθα δὲ ἐκ τοῦ προσδέχεσθαι ὑμᾶς καθʼ ἑκάστην ἡμέραν· μὴ ὄκνει δὲ γράφειν ἡμῖν, ἄν τινος τῶν παρʼ ἡμῖν χρείαν ἔχηις.