Ancient Greek
P.Hamb. 2 192
Documentary Papyri, P.Hamb. 2 192
Not analysed yet
Δημητρία Ἀπίαι τῆι γλυκυτάτηι ἀδελφῆι χαίρειν. εὐθέως εἰσελθοῦσα εἰς τὴν Ἀντινόου οὐκ ἠμέλησά σου τοῦ ἐντολίου, ἀλλʼ εὐθέως, πρὶν ἢ βασταχθῆι τὰ σκεύη, ὠνησάμην αὐτό· ὁ δὲ κατάρατος ναυτικὸς ἀλόγως ἀπεδήμησεν καὶ ἔδοξα ἀσπούδαστος εἶναι ὥστε οὐκ ἐγὼ μεμπτή· ηὗρον δὲ νῦν τὸν πρὸς σὲ ἀνερχόμενον, ἔπεμψά σοι τὸ ἔλαιον ἄξιόν σου. εἰδέναι δέ σε θέλω, ὅτι πρόστιμόν ἐστιν καὶ μόλις ἔλαβον τὸν χοῦν πρὸς δραχμὰς δεκαοκτώ, ἀλλʼ ἄξιόν ἐστι σοῦ· πέμψω δέ σοι καὶ τὸ ἁλικεῖον πρὸς τὴν ἑορτήν. Ἑλένην τὴν τιμιωτάτην πολλὰ ἀσπάζου καὶ Νείκην καὶ Ῥοδίνην καὶ Ἀττοῦν καὶ σὺ δὲ μνήσθητι τοῦ πορφυρίου. ἐρρῶσθαί σε εὔχομαι, ἀδελφὴ γλυκυτάτη. ἔρρωσο. Ἀπίαι παρὰ Δημητρίας