Ancient Greek
P.Hamb. 3 203
Documentary Papyri, P.Hamb. 3 203
Not analysed yet
Ἰσίδωρος σεσημείωμαι. Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Μύσθῃ καὶ Ἥρωνι γεναμένοις γραμματεῦσι μητροπόλεως παρὰ Πτολεμαίου Σαραπίωνος ἀναγραφομένου διʼ ἑτέρου ὑπομνήματος ……ογ… οἰκίας, ἐν ᾧ ἀπογράφομαι τὸν ὑπογεγραμμένον ἔνοικον εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Μοήρεως, καὶ ἔστιν Πτολεμαῖος …τοῦ Χαιρήμονος μητρὸς Ἡρωίδος λαογραφούμενος ἐργάτης, ἐτῶν ιθ, ἀπογεγραμμένος τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου Μοήρεως. διὸ ἐπιδίδωμι. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κζ. κατεχωρίσθη στρατηγῷ κθ ἔτους Μεσορὴ κζ. κατεχωρίσθη βασιλικῷ γραμματεῖ τῇ αὐτῇ ἡμέρᾳ. κατεχωρίσθη γραμματεῦσι πόλεως τῇ αὐτῇ ἡμέρᾳ.