Ancient Greek
P.Hamb. 3 204
Documentary Papyri, P.Hamb. 3 204
Not analysed yet
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ϛ ἀριθμήσεως Παχών. διέγραψεν Ἥρων Ἀντωνίου τοῦ Εὑρήμονος μητρὸς Ἑλένης ὑπὲρ λαογραφίας τεσσαρεσκαιδεκάτου ἔτους Λινυφείων δραχμὰς δεκαέξ, γίνονται ιϛ ,προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς ὀκτώ ,καὶ Μεσορὴ κϛ ἀριθμήσεως Μεσορὴ ὁμοίως δραχμὰς τέσσαρας, γίνονται δ ,προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δύο . ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι η ἀριθμήσεως Παχών. διέγραψεν Ἥρων Ἀντωνίου τοῦ Εὑρήμονος μητρὸς Ἑλένης ὑπὲρ λαογραφίας πεντεκαιδεκάτου ἔτους Λινυφείων δραχμὰς ὀκτώ, γίνονται η ,προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς τεσσάρας ,καὶ Μεσορὴ α ἀριθμήσεως Ἐπεὶφ ὁμοίως δραχμὰς …,γίνονται ιβ ,προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς ἕξ . ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι α ἀριθμήσεως Φαρμοῦθι. διέγραψεν Ἥρων Ἀντωνίου τοῦ Εὑρήμονος μητρὸς Ἑλένης ὑπὲρ λαογραφίας ἑκκαιδεκάτου ἔτους Λινυφείων δραχμὰς εἴκοσι, γίνονται κ ,προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα .