Ancient Greek
P.Hamb. 4 270 Ro
Documentary Papyri, P.Hamb. 4 270
Not analysed yet
Ἀμμωνίῳ τῷ καὶ Ἀνουβίωνι ἱερεῖ ἐξηγητῇ καὶ τοῖς Καισαρίοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Ἀλεξάνδρας Ἀμμωνίου τοῦ Διοσκόρου ἀστῆς ἀπελευθέρας Ἰσιδώρου Ἰσιδώρου τοῦ Ἰσιδώρου …τοῦ καὶ Ἀλθαιέως. βουλομένη δανείσασθαι κατὰ συνχώρησιν παρὰ Ἐπ… Διονυσίου Αὐξισπορίου τοῦ καὶ …ἀργυρίου δραχμὰς ἑκατὸν δ… τόκων δραχμιαίων εἰς μῆνας δέκα ἀπὸ μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους ἐπὶ τοῖσδε ὥστε με τὸ προκείμενον κεφάλαιον ……χρήσασθαι εἰς ἀναγκαίαν χρείας καὶ δαπάνας ἐμποδίζομαι ἕνεκα τοῦ ἄνανδρόν με εἶναι καὶ ἄτεκνον καὶ μηδένα μοι ὑπάρχειν τὸν ἐπιγραφησόμενόν μου κύριον. διὸ παρακαλοῦσα τὸν αὐτὸν Ἰσίδωρον ἐπιγραφῆναί μου κύριον ……ου…νου καὶ υπ… …ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι λαβοῦσί μου χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ προκείμενα εἰπεῖν τοῖς …